Σύμβολον Πίστεως τοῦ Ἁγίου Ἀθανασίου
Ἀρχιεπισκόπου Ἀλεξανδρείας του Μεγαλου.
Ὅστις βούλεται σωθῆναι, πρὸ πάντων χρὴ αὐτῷ τὴν καθολικὴν κρατῆσαι πίστιν, ἣν εἰ μὴ τις σῴαν καὶ ἄμωμον τηρήσειεν, ἄνευ δισταγμοῦ, εἰς τὸν αἰῶνα ἀπολεῖται.
Πίστις δὲ καθολικὴ αὕτη ἐστίν, ἵνα ἕνα Θεὸν ἐν Τριάδι καὶ Τριάδα ἐν μονάδι σεβώμεθα, μήτε συγχέοντες τὰς ὑποστάσεις, μήτε τὴν οὐσία μερίζοντες· ἄλλη γὰρ ἐστιν ἡ τοῦ Πατρὸς ὑπόστασις, ἄλλη τοῦ Υἱοῦ, καὶ ἄλλη τοῦ ἁγίου Πνεύματος· ἀλλὰ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μία ἐστὶ Θεότης, ἴση δόξα, συναΐδιος ἡ μεγαλειότης.
Οἷος ὁ Πατὴρ, τοιοῦτος καὶ ὁ Υἱός, τοιοῦτο καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατήρ, ἄκτιστος ὁ Υἱός, ἄκτιστον καὶ τὸ ἅγιον Πνεῦμα. Ἀκατάληπτος ὁ Πατήρ, ἀκατάλήπτος ὁ Υἱός, ἀκατάληπτον καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Αἰώνιος ὁ Πατὴρ, αἰώνιος ὁ Υἱός, αἰώνιον καὶ τὸ ἅγιον Πνεῦμα· πλὴν οὐ τρεῖς αἰώνιοι, ἀλλ᾿ εἷς αἰώνιος· ὥσπερ οὐδὲ τρεῖς ἄκτιστοι, οὐδὲ τρεῖς ἀκατάληπτοι, ἀλλ΄ εἷς ἄκτιστος, καὶ εἷς ἀκατάληπτος. Ὁμοίως παντοκράτωρ ὁ Πατήρ, παντοκράτωρ ὁ Υἱός, παντοκράτωρ τὸ Πνεῦμα τὸ ἅγιον· πλὴν οὐ τρεῖς παντοκράτορες, ἀλλ᾿ εἷς παντοκράτωρ. Οὕτω, Θεὸς ὁ Πατήρ, Θεὸς ὁ Υἱός, Θεὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· πλὴν οὐ τρεῖς Θεοί, ἀλλ᾿ εἷς Θεὸς. Ὡσαύτως, Κύριος ὁ Πατήρ, Κύριος ὁ Υἱός, Κύριον καὶ τὸ Πνεῦμα τὸ ἅγιον· πλὴν οὐ τρεῖς Κύριοι, ἀλλ᾿ εἷς ἐστὶ Κύριος· ὅτι, ὥσπερ μοναδικῶς ἑκάστην ὑπόστασιν Θεὸν καὶ Κύριον ὁμολογεῖν χριστιανικῇ ἀληθείᾳ ἀναγκαζόμεθα, οὕτω τρεῖς Θεούς, ἥ τρεῖς Κυρίους λέγειν καθολικῇ εὐσεβείᾳ κωλυόμεθα.
Εἷς οὖν ἐστι Πατήρ, οὐ τρεῖς Πατέρες· εἷς Υἱός, οὐ τρεῖς Υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία Πνεύματα ἅγια· καὶ ἐν αὐτῇ τῇ Τριάδι, οὐδὲν πρῶτον, ἢ ὕστερον, οὐδὲν μεῖζον, ἢ ἔλαττον, ἀλλ᾿ ὅλαι αἱ τρεῖς ὑποστάσεις συνδιαιωνίζουσαι ἑαυταῖς εἰσὶ καὶ ἴσαι· ὥστε κατὰ πάντα, Ὅστις βούλεται σωθῆναι, πρὸ πάντων χρὴ αὐτῷ τὴν καθολικὴν κρατῆσαι πίστιν, ἣν εἰ μὴ τις σῴαν καὶ ἄμωμον τηρήσειεν, ἄνευ δισταγμοῦ, εἰς τὸν αἰῶνα ἀπολεῖται. Πίστις δὲ καθολικὴ αὕτη ἐστίν, ἵνα ἕνα Θεὸν ἐν Τριάδι καὶ Τριάδα ἐν μονάδι σεβώμεθα, μήτε συγχέοντες τὰς ὑποστάσεις, μήτε τὴν οὐσία μερίζοντες· ἄλλη γὰρ ἐστιν ἡ τοῦ Πατρὸς ὑπόστασις, ἄλλη τοῦ Υἱοῦ, καὶ ἄλλη τοῦ ἁγίου Πνεύματος· ἀλλὰ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μία ἐστὶ Θεότης, ἴση δόξα, συναΐδιος ἡ μεγαλειότης.
Ὁ Πατὴρ ἀπ΄ οὐδενὸς ἐστι πεποιημένος, οὔτε δεδημιουργημένος, οὔτε γεγεννημένος· ὁ Υἱὸς ἀπὸ μόνου τοῦ Πατρὸς ἐστιν, οὐ πεποιημένος, οὐδὲ δεδημιουργημένος, ἀλλὰ γεγεννημένος [ἐκ τοῦ Πατρός·] τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρός, οὐ πεποιημένον, οὔτε δεδημιουργημένον, οὔτε γεγεννημένον, ἀλλ᾿ ἐκπορευτόν. Εἷς οὖν ἐστι Πατήρ, οὐ τρεῖς Πατέρες· εἷς Υἱός, οὐ τρεῖς Υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία Πνεύματα ἅγια· καὶ ἐν αὐτῇ τῇ Τριάδι, οὐδὲν πρῶτον, ἢ ὕστερον, οὐδὲν μεῖζον, ἢ ἔλαττον, ἀλλ᾿ ὅλαι αἱ τρεῖς ὑποστάσεις συνδιαιωνίζουσαι ἑαυταῖς εἰσὶ καὶ ἴσαι· ὥστε κατὰ πάντα, ὡς εἴρηται, καὶ Τριὰς ἐν μονάδι καὶ μονὰς ἐν Τριάδι λατρεύεται.
Ὁ θέλων οὖν σωθῆναι οὕτω περὶ τῆς ἁγίας Τριάδος φρονείτω· πλὴν ἀναγκαῖον ἔτι ἐστί, πρὸς αἰώνιον σωτηρίαν, ὅπως καὶ τὴν ἐνανθρώπησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀρθῶς πιστεύῃ. Ἔστιν οὖν πίστις ὀρθή, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱός, καὶ Θεὸς καὶ ἄνθρωπός ἐστι. Θεός έστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, πρὸ αἰώνων γεννηθείς, [καὶ ἄνθρωπός ἐστιν ἐκ τῆς οὐσίας τῆς Μητρός, ἐν χρόνῳ γεννηθείς.] Τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρωπίνης σαρκὸς ὑποστάς· ἴσος τῷ Πατρὶ κατὰ τὴν Θεότητα· ἐλάττων τοῦ Πατρὸς κατὰ τὴν ἀνθρωπότητα [εἰς Θεότητα·] ὅς, εἰ καὶ Θεὸς ὑπαρχει καὶ ἄνθρωπος, ὅμως οὐ δύο, ἀλλ᾿ εἷς ἐστι Χριστός.
Εἷς δέ, οὐ τροπῇ Θεότητος εἰς σάρκα, ἀλλὰ προσλήψει ἀνθρωπότητος εἰς θεότητα· εἷς πάντως, οὐ συγχύσει φύσεων, ἀλλ᾿ ἑνώσει ὑποστάσεων· ὥσπερ γὰρ ψυχὴ λογικὴ καὶ σὰρξ εἷς ἐστιν ἄνθρωπος, οὕτω Θεὸς καὶ ἄνθρωπος εἷς ἐστι Χριστός, ὁ παθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ κατελθὼν εἰς τὸν ᾅδην, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστὰς ἐκ τῶν νεκρῶν, καὶ ἀνελθὼν εἰς τοὺς οὐρανοὺς καὶ καθήμενος ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρός τοῦ Παντοκράτορος· ὅθεν ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῇ παρουσίᾳ πάντες ἄνθρωποι ἀναστήσονται σὺν τοῖς ἑαυτῶν σώμασιν, ἀποδώσοντες περὶ τῶν ἰδίων ἔργων λόγον· καὶ οἱ μὲν τὰ ἀγαθὰ πράξαντες πορεύσονται εἰς ζωὴν αἰώνιον· οἱ δὲ τὰ φαῦλα εἰς τὸ πῦρ τὸ αἰώνιον.
Αὕτη ἐστὶν ἡ καθολικὴ πίστις, ἣν εἰ μὴ τις πιστῶς τε καὶ βεβαίως πιστεύσῃ, σωθῆναι οὐ δυνήσεται.ὡς εἴρηται, καὶ Τριὰς ἐν μονάδι καὶ μονὰς ἐν Τριάδι λατρεύεται.